Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
- ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
- πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
- Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
- πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
- μὰ τὸν Δίʼ οὐ δῆθʼ.
- ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
- μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων.