Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐδʼ ἀκίνητοι φρένες.
  2. προσδοκᾶν οὖν εἰκός ἐστι
  3. τὸν μὲν ἀστεῖόν τι λέξειν
  4. καὶ κατερρινημένον,
  5. τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
  6. τοῖς λόγοισιν
  7. ἐμπεσόντα συσκεδᾶν πολλὰς
  8. ἀλινδήθρας ἐπῶν.
Διόνυσος
  1. ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
  2. ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
Εὐριπίδης
  1. καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
  2. ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
  3. ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
  4. ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
  5. πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
  6. Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
  7. πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος
  1. μὰ τὸν Δίʼ οὐ δῆθʼ.
Εὐριπίδης
  1. ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
  2. μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων.
Διόνυσος
  1. ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
  2. οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.