Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
  2. ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
  3. ἔλθετʼ ἐποψόμεναι δύναμιν
  4. δεινοτάτοιν στομάτοιν πορίσασθαι
  5. ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
  6. νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος
  1. εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰσχύλος
  1. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
  2. εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος
  1. ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης
  1. καλῶς·
  2. ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.