Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
  2. τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
  3. ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
Διόνυσος
  1. ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
  2. ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
  3. ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
  4. ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
Χορός
  1. ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
  2. Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
  3. ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
  4. ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
  5. ἔλθετʼ ἐποψόμεναι δύναμιν
  6. δεινοτάτοιν στομάτοιν πορίσασθαι
  7. ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
  8. νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος
  1. εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰσχύλος
  1. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
  2. εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος
  1. ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης
  1. καλῶς·
  2. ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος
  1. ἴδιοί τινές σοι, κόμμα καινόν;
Εὐριπίδης
  1. καὶ μάλα.
Διόνυσος
  1. ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης
  1. αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
  2. καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
  3. ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.