Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐς Μακάρων εὐωχίαν.
- ὁ δὲ Σενοκλέης;
- ἐξόλοιτο νὴ Δία.
- Πυθάγγελος δέ;
- περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος
- ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
- οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια
- τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,
- Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.
- ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
- χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
- ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
- ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
- γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
- ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
- πῶς γόνιμον;