Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
  2. θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·
  3. σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως
  4. ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
  5. ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
  6. σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Εὐριπίδης
  1. ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,
  2. δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
  3. τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
  4. καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
  5. καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διόνυσος
  1. τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.