Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
  2. ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διόνυσος
  1. ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
Εὐριπίδης
  1. ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
  2. ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
  3. ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
  4. ἀπεριλάλητον κομποφακελορρήμονα.
Αἰσχύλος
  1. ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
  2. σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη
  3. καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
  4. ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.
Διόνυσος
  1. παῦʼ Αἰσχύλε,
  2. καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αἰσχύλος
  1. οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς
  2. τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διόνυσος
  1. ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·
  2. τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
Αἰσχύλος
  1. ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
  2. γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.