Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,
  2. φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
  3. ῥήμαθʼ ἱπποβάμονα.
Χορός
  1. φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
  2. δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
  3. ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
  4. γηγενεῖ φυσήματι·
Χορός
  1. ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
  2. γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
  3. ῥήματα δαιομένη καταλεπτολογήσει
  4. πλευμόνων πολὺν πόνον.
Εὐριπίδης
  1. οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
  2. κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
Διόνυσος
  1. Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
Εὐριπίδης
  1. ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
  2. ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διόνυσος
  1. ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
Εὐριπίδης
  1. ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
  2. ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
  3. ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,