Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
  2. ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
Χορός
  1. ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
  2. ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
  3. ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
  4. ὄμματα στροβήσεται.
Χορός
  1. ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
  2. σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,
  3. φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
  4. ῥήμαθʼ ἱπποβάμονα.
Χορός
  1. φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
  2. δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
  3. ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
  4. γηγενεῖ φυσήματι·
Χορός
  1. ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
  2. γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
  3. ῥήματα δαιομένη καταλεπτολογήσει
  4. πλευμόνων πολὺν πόνον.
Εὐριπίδης
  1. οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
  2. κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
Διόνυσος
  1. Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
Εὐριπίδης
  1. ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
  2. ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διόνυσος
  1. ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
Εὐριπίδης
  1. ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
  2. ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
  3. ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
  4. ἀπεριλάλητον κομποφακελορρήμονα.
Αἰσχύλος
  1. ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
  2. σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη
  3. καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
  4. ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.
Διόνυσος
  1. παῦʼ Αἰσχύλε,
  2. καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αἰσχύλος
  1. οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς
  2. τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διόνυσος
  1. ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·