Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
- τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
- καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
- καὶ πλαίσια ξύμπτυκτα—
- πλινθεύσουσι γάρ;
- καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
- κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
- ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
- ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
- κρινεῖ δὲ δὴ τίς ταῦτα;
- τοῦτʼ ἦν δύσκολον·
- σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.