Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
Ξανθίας
  1. τὸ χρῆμʼ ἄρʼ ἔσται;
Ἄιακος
  1. νὴ Δίʼ ὀλίγον ὕστερον.
  2. κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
  3. καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
Ξανθίας
  1. τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Ἄιακος
  1. καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
  2. καὶ πλαίσια ξύμπτυκτα—
Ξανθίας
  1. πλινθεύσουσι γάρ;
Ἄιακος
  1. καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
  2. κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθίας
  1. ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Ἄιακος
  1. ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθίας
  1. κρινεῖ δὲ δὴ τίς ταῦτα;
Ἄιακος
  1. τοῦτʼ ἦν δύσκολον·
  2. σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
  3. οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—
Ξανθίας
  1. πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.