Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
  2. κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν
  3. κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·
  4. ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.
Ἡρακλῆς
  1. Ἀγάθων δὲ ποῦ ʼστιν;
Διόνυσος
  1. ἀπολιπών μʼ ἀποίχεται,
  2. ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ἡρακλῆς
  1. ποῖ γῆς ὁ τλήμων;
Διόνυσος
  1. ἐς Μακάρων εὐωχίαν.
Ἡρακλῆς
  1. ὁ δὲ Σενοκλέης;
Διόνυσος
  1. ἐξόλοιτο νὴ Δία.
Ἡρακλῆς
  1. Πυθάγγελος δέ;
Ξανθίας
  1. περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος