Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
  2. ἵνʼ Αἰσχύλος καθῆστο.
Ξανθίας
  1. κοὐκ ἐβάλλετο;
Ἄιακος
  1. μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
  2. ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας
  1. ὁ τῶν πανούργων;
Ἄιακος
  1. νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
Ξανθίας
  1. μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος
  1. ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας
  1. τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
  1. ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
  2. κἄλεγχον αὐτῶν τῆς τέχνης.