Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
  2. κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
  3. ἵνʼ Αἰσχύλος καθῆστο.
Ξανθίας
  1. κοὐκ ἐβάλλετο;
Ἄιακος
  1. μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
  2. ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας
  1. ὁ τῶν πανούργων;
Ἄιακος
  1. νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
Ξανθίας
  1. μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος
  1. ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας
  1. τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
  1. ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
  2. κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας
  1. κἄπειτα πῶς
  2. οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος
  1. μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
  2. ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
  3. κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
  4. νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,