Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ τοῦθʼ ἥδομαι.
Ξανθίας
  1. τί δὲ πολλὰ πράττων;
Ἄιακος
  1. ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
Ξανθίας
  1. ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
  2. ἅττʼ ἂν λαλῶσι;
Ἄιακος
  1. μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ξανθίας
  1. τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
Ἄιακος
  1. ἐγώ;
  2. μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
Ξανθίας
  1. ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
  2. καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
  3. πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
  4. τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
  5. χὠ λοιδορησμός;
Ἄιακος
  1. Αἰσχύλου κεὐριπίδου.
Ξανθίας
  1. ἆ.
Ἄιακος
  1. πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
  2. ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθίας
  1. ἐκ τοῦ;
Ἄιακος
  1. νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
  2. ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,