Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
- χαίρεις, ἱκετεύω;
- μἀλλʼ ἐποπτεύειν δοκῶ,
- ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
- τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν
- πολλὰς ἀπίῃς θύραζε;
- καὶ τοῦθʼ ἥδομαι.
- τί δὲ πολλὰ πράττων;
- ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
- ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
- ἅττʼ ἂν λαλῶσι;
- μἀλλὰ πλεῖν ἢ μαίνομαι.
- τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
- ἐγώ;
- μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
- ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
- καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
- πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
- τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
- χὠ λοιδορησμός;
- Αἰσχύλου κεὐριπίδου.
- ἆ.
- πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα