Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁ δεσπότης σου.
Ξανθίας
  1. πῶς γὰρ οὐχὶ γεννάδας,
  2. ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
Ἄιακος
  1. τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
  2. ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθίας
  1. ᾤμωξε μέντἄν.
Ἄιακος
  1. τοῦτο μέντοι δουλικὸν
  2. εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθίας
  1. χαίρεις, ἱκετεύω;
Ἄιακος
  1. μἀλλʼ ἐποπτεύειν δοκῶ,
  2. ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
Ξανθίας
  1. τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν
  2. πολλὰς ἀπίῃς θύραζε;
Ἄιακος
  1. καὶ τοῦθʼ ἥδομαι.
Ξανθίας
  1. τί δὲ πολλὰ πράττων;
Ἄιακος
  1. ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
Ξανθίας
  1. ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
  2. ἅττʼ ἂν λαλῶσι;
Ἄιακος
  1. μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ξανθίας
  1. τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;