Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
- ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
- καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
- προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
- καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
- ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
- οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
- ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
- χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ
- εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
- ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
- νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
- ὁ δεσπότης σου.
- πῶς γὰρ οὐχὶ γεννάδας,
- ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
- τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
- ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
- ᾤμωξε μέντἄν.
- τοῦτο μέντοι δουλικὸν
- εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
- χαίρεις, ἱκετεύω;
- μἀλλʼ ἐποπτεύειν δοκῶ,
- ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.