Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
  2. χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
  3. τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
  4. ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
  5. καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
  6. προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
  7. καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
  8. ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
  9. οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
  10. ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
  11. χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ
  12. εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
  13. ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
Ἄιακος
  1. νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
  2. ὁ δεσπότης σου.
Ξανθίας
  1. πῶς γὰρ οὐχὶ γεννάδας,
  2. ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
Ἄιακος
  1. τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
  2. ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθίας
  1. ᾤμωξε μέντἄν.
Ἄιακος
  1. τοῦτο μέντοι δουλικὸν
  2. εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθίας
  1. χαίρεις, ἱκετεύω;
Ἄιακος
  1. μἀλλʼ ἐποπτεύειν δοκῶ,
  2. ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.