Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ξύλου βαδίζων.
- πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
- ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
- ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
- οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
- ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
- καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
- ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
- χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
- χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
- τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
- ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς