Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
Χορός
  1. εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ
  2. οἰμώξεται,
  3. οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
  4. Κλειγένης ὁ μικρός,
  5. ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
  6. ψευδολίτρου κονίας
  7. καὶ Κιμωλίας γῆς,
  8. χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ
  9. εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
  10. ξύλου βαδίζων.
Χορός
  1. πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
  2. ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
  3. ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
  4. οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
  5. ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
  6. καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
  7. ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
  8. χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
  9. χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
  10. τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
  11. ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
  12. καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
  13. προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
  14. καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
  15. ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
  16. οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
  17. ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους