Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ
  2. χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
  3. τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
  4. ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει
  5. πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
  6. κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
  7. εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
  8. τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
  9. ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
Χορός
  1. εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ
  2. οἰμώξεται,
  3. οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
  4. Κλειγένης ὁ μικρός,
  5. ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
  6. ψευδολίτρου κονίας
  7. καὶ Κιμωλίας γῆς,
  8. χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ
  9. εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
  10. ξύλου βαδίζων.
Χορός
  1. πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
  2. ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς