Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δεινὸν ἐπιβρέμεται
  2. Θρῃκία χελιδὼν
  3. †ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †
  4. κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
  5. κἂν ἴσαι γένωνται.
Χορός
  1. τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
  2. ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
  3. ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
  4. κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
  5. ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
  6. αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
  7. εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·
  8. καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
  9. καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
  10. κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
  11. ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.
  12. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ
  13. χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,