Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
Ἄιακος
  1. μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
Διόνυσος
  1. Πόσειδον
Ξανθίας
  1. ἤλγησέν τις.
Διόνυσος
  1. ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
Ἄιακος
  1. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
  2. ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·
  3. ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
  4. χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
Διόνυσος
  1. ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
  2. πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
Χορός
  1. Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
  2. τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
  3. μυρίαι κάθηνται
  4. φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
  5. δεινὸν ἐπιβρέμεται
  6. Θρῃκία χελιδὼν
  7. †ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †
  8. κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
  9. κἂν ἴσαι γένωνται.
Χορός
  1. τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
  2. ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
  3. ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
  4. κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,