Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
- μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
- Πόσειδον
- ἤλγησέν τις.
- ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
- οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
- ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·
- ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
- χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
- ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
- πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
- Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
- τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
- μυρίαι κάθηνται
- φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
- δεινὸν ἐπιβρέμεται
- Θρῃκία χελιδὼν
- †ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †
- κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
- κἂν ἴσαι γένωνται.
- τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει