Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
  2. χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
Ξανθίας
  1. πῶς οὖν βασανιεῖς νὼ δικαίως;
Ἄιακος
  1. ῥᾳδίως·
  2. πληγὴν παρὰ πληγὴν ἑκάτερον.
Ξανθίας
  1. καλῶς λέγεις.
Ἄιακος
  1. ἰδού.
Ξανθίας
  1. σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
Ἄιακος
  1. ἤδη ʼπάταξά σʼ.
Ξανθίας
  1. οὐ μὰ Δίʼ.
Ἄιακος
  1. οὐδʼ ἐμοὶ δοκεῖς.
  2. ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
Διόνυσος
  1. πηνίκα;
Ἄιακος
  1. καὶ δὴ ʼπάταξα.
Διόνυσος
  1. κᾆτα πῶς οὐκ ἔπταρον;
Ἄιακος
  1. οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
Ξανθίας
  1. οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Ἄιακος
  1. τί τἀτταταῖ;
  2. μῶν ὠδυνήθης;
Ξανθίας
  1. οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
  2. ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Ἄιακος
  1. ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
  1. ἰοὺ ἰού.
Ἄιακος
  1. τί ἔστιν;
Διόνυσος
  1. ἱππέας ὁρῶ.
Ἄιακος
  1. τί δῆτα κλάεις;
Διόνυσος
  1. κρομμύων ὀσφραίνομαι.
Ἄιακος
  1. ἐπεὶ προτιμᾷς γʼ οὐδέν.
Διόνυσος
  1. οὐδέν μοι μέλει.
Ἄιακος
  1. βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
Ξανθίας
  1. οἴμοι.
Ἄιακος
  1. τί ἔστι;
Ξανθίας
  1. τὴν ἄκανθαν ἐξελε.
Ἄιακος
  1. τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
  1. Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.
Ξανθίας
  1. ἤλγησεν· οὐκ ἤκουσας;
Διόνυσος
  1. οὐκ ἔγωγʼ, ἐπεὶ
  2. ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
Ξανθίας
  1. οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
Ἄιακος
  1. μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
Διόνυσος
  1. Πόσειδον
Ξανθίας
  1. ἤλγησέν τις.
Διόνυσος
  1. ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
Ἄιακος
  1. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
  2. ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·