Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.
- ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;
- μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
- τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
- Εὐριπίδου.
- καὶ ταῦτα τοῦ τεθνηκότος;
- κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
- ἐλθεῖν ἐπʼ ἐκεῖνον.
- πότερον εἰς Ἅιδου κάτω;
- καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.
- τί βουλόμενος;
- δέομαι ποιητοῦ δεξιοῦ.
- οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
- τί δʼ; οὐκ Ἰοφῶν ζῇ;
- τοῦτο γάρ τοι καὶ μόνον
- ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·
- οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.
- εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
- μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;
- οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,
- ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.