Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.
Ἄιακος
  1. αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
  2. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
  3. ἐνταῦθα μηδὲν ψεῦδος.
Διόνυσος
  1. ἀγορεύω τινὶ
  2. ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
  3. αὐτὸς σεαυτὸν αἰτιῶ.
Ἄιακος
  1. λέγεις δὲ τί;
Διόνυσος
  1. ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
  2. τοῦτον δὲ δοῦλον.
Ἄιακος
  1. ταῦτʼ ἀκούεις;
Ξανθίας
  1. φήμʼ ἐγώ.
  2. καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
  3. εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διόνυσος
  1. τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
  2. οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθίας
  1. δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
  2. κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι