Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
  2. ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
  3. μʼ εὖ οἶδʼ ὅτι.
  4. ἀλλʼ ὅμως ἐγὼ παρέξω
  5. ʼμʼαυτὸν ἀνδρεῖον τὸ λῆμα
  6. καὶ βλέποντʼ ὀρίγανον.
  7. δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
  8. τῆς θύρας καὶ δὴ ψόφον.
Ἄιακος
  1. ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
  2. ἵνα δῷ δίκην· ἀνύετον.
Διόνυσος
  1. ἥκει τῳ κακόν.
Ξανθίας
  1. οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
Ἄιακος
  1. εἶεν, καὶ μάχει;
  2. ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
  3. χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
Διόνυσος
  1. εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
  2. κλέπτοντα πρὸς τἀλλότρια;
Ἄιακος
  1. μἀλλʼ ὑπερφυᾶ.
Διόνυσος
  1. σχέτλια μὲν οὖν καὶ δεινά.
Ξανθίας
  1. καὶ μὴν νὴ Δία
  2. εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,
  3. ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
  4. καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·
  5. βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
  6. κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.