Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
  2. κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
  3. ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
  4. πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
  5. κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
Ξανθίας
  1. δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορός
  1. νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ
  2. τὴν στολὴν εἴληφας ἥνπερ
  3. εἶχες ἐξ ἀρχῆς πάλιν,
  4. ἀνανεάζειν ---
  5. καὶ βλέπειν αὖθις τὸ δεινόν,
  6. τοῦ θεοῦ μεμνημένον
  7. ᾧπερ εἰκάζεις σεαυτόν.
  8. εἰ δὲ παραληρῶν ἁλώσει
  9. κἀκβαλεῖς τι μαλθακόν,
  10. αὖθις αἴρεσθαί σʼ ἀνάγκη
  11. ʼσται πάλιν τὰ στρώματα.
Ξανθίας
  1. οὐ κακῶς ὦνδρες παραινεῖτʼ,
  2. ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ
  3. ἄρτι συννοούμενος.
  4. ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
  5. ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
  6. μʼ εὖ οἶδʼ ὅτι.
  7. ἀλλʼ ὅμως ἐγὼ παρέξω
  8. ʼμʼαυτὸν ἀνδρεῖον τὸ λῆμα
  9. καὶ βλέποντʼ ὀρίγανον.
  10. δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
  11. τῆς θύρας καὶ δὴ ψόφον.
Ἄιακος
  1. ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
  2. ἵνα δῷ δίκην· ἀνύετον.
Διόνυσος
  1. ἥκει τῳ κακόν.