Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. γυναικός;
Διόνυσος
  1. οὐ δῆτʼ.
Ἡρακλῆς
  1. ἀλλὰ παιδός;
Διόνυσος
  1. οὐδαμῶς.
Ἡρακλῆς
  1. ἀλλʼ ἀνδρός;
Διόνυσος
  1. ἀπαπαί.
Ἡρακλῆς
  1. ξυνεγένου τῷ Κλεισθένει;
Διόνυσος
  1. μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·
  2. τοιοῦτος ἵμερός με διαλυμαίνεται.
Ἡρακλῆς
  1. ποῖός τις ὦδελφίδιον;
Διόνυσος
  1. οὐκ ἔχω φράσαι.
  2. ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.
  3. ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
Ἡρακλῆς
  1. ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.
Διόνυσος
  1. ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;
Ἡρακλῆς
  1. μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
Διόνυσος
  1. τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
  2. Εὐριπίδου.
Ἡρακλῆς
  1. καὶ ταῦτα τοῦ τεθνηκότος;
Διόνυσος
  1. κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
  2. ἐλθεῖν ἐπʼ ἐκεῖνον.
Ἡρακλῆς
  1. πότερον εἰς Ἅιδου κάτω;
Διόνυσος
  1. καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.
Ἡρακλῆς
  1. τί βουλόμενος;
Διόνυσος
  1. δέομαι ποιητοῦ δεξιοῦ.
  2. οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
Ἡρακλῆς
  1. τί δʼ; οὐκ Ἰοφῶν ζῇ;
Διόνυσος
  1. τοῦτο γάρ τοι καὶ μόνον
  2. ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·
  3. οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.
Ἡρακλῆς
  1. εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
  2. μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;
Διόνυσος
  1. οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,
  2. ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
  3. κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν
  4. κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·
  5. ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.
Ἡρακλῆς
  1. Ἀγάθων δὲ ποῦ ʼστιν;
Διόνυσος
  1. ἀπολιπών μʼ ἀποίχεται,
  2. ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ἡρακλῆς
  1. ποῖ γῆς ὁ τλήμων;
Διόνυσος
  1. ἐς Μακάρων εὐωχίαν.
Ἡρακλῆς
  1. ὁ δὲ Σενοκλέης;
Διόνυσος
  1. ἐξόλοιτο νὴ Δία.
Ἡρακλῆς
  1. Πυθάγγελος δέ;
Ξανθίας
  1. περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος
  2. ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
Ἡρακλῆς
  1. οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια
  2. τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,
  3. Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.
Διόνυσος
  1. ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
  2. χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
  3. ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
  4. ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
  5. γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
  6. ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.