Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
  2. ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν
Πανδοκευτρία
  1. κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
  2. ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
Ξανθίας
  1. τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
Πανδοκευτρία
  1. καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πλαθάνη
  1. νὴ Δία τάλαινα.
Πανδοκευτρία
  1. νὼ δὲ δεισάσα γέ που
  2. ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
  3. ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθίας
  1. καὶ τοῦτο τούτου τοὔργον.
Πλαθάνη
  1. ἀλλʼ ἐχρῆν τι δρᾶν.
Πανδοκευτρία
  1. ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
Πλαθάνη
  1. σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
  2. ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.
Πανδοκευτρία
  1. ὦ μιαρὰ φάρυξ,
  2. ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
  3. κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Πλαθάνη
  1. ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκευτρία
  1. ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
  2. δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
Πλαθάνη
  1. ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
  2. ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.