Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
- πὺξ πατάξας μοὐξέκοψε
- τοῦ χοροῦ τοὺς προσθίους;
- Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
- ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
- ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
- νὴ Δία
- ἐκεῖνος αὐτὸς δῆτα.
- κακὸν ἥκει τινί.
- καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
- ἀνʼ ἡμιωβολιαῖα.
- δώσει τις δίκην.
- καὶ τὰ σκόροδα τὰ πολλά.
- ληρεῖς ὦ γύναι
- κοὐκ οἶσθʼ ὅ τι λέγεις.
- οὐ μὲν οὖν με προσεδόκας,
- ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;
- τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
- μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
- ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν
- κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,