Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
  2. πρὸς τὸ μαλθακώτερον
  3. δεξιοῦ πρὸς ἀνδρός ἐστι
  4. καὶ φύσει Θηραμένους.
Διόνυσος
  1. οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
  2. Ξανθίας μὲν δοῦλος ὢν ἐν
  3. στρώμασιν Μιλησίοις
  4. ἀνατετραμμένος κυνῶν ὀρ-
  5. χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ
  6. δὲ πρὸς τοῦτον βλέπων
  7. τοὐρεβίνθου ʼδραττόμην, οὗ-
  8. τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
  9. εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
  10. πὺξ πατάξας μοὐξέκοψε
  11. τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκευτρία
  1. Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
  2. ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
  3. ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
Πλαθάνη
  1. νὴ Δία
  2. ἐκεῖνος αὐτὸς δῆτα.
Ξανθίας
  1. κακὸν ἥκει τινί.
Πανδοκευτρία
  1. καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
  2. ἀνʼ ἡμιωβολιαῖα.
Ξανθίας
  1. δώσει τις δίκην.
Πανδοκευτρία
  1. καὶ τὰ σκόροδα τὰ πολλά.