Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
- τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ
- ἅδωκας αὐτός;
- οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
- κατάθου τὸ δέρμα.
- ταῦτʼ ἐγὼ μαρτύρομαι
- καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
- ποίοις θεοῖς;
- τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
- ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
- ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε
- ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
- ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
- νοῦν ἔχοντος καὶ φρένας καὶ
- πολλὰ περιπεπλευκότος,
- μετακυλίνδειν αὑτὸν ἀεὶ
- πρὸς τὸν εὖ πράττοντα τοῖχον
- μᾶλλον ἢ γεγραμμένην
- εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
- σχῆμα· τὸ δὲ μεταστρέφεσθαι