Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἕτεραι δύʼ ἢ τρεῖς.
Ξανθίας
  1. πῶς λέγεις; ὀρχηστρίδες;
Θεράπαινα
  1. ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
  2. ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
  3. ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.
Ξανθίας
  1. ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
  2. ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
  3. ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
Διόνυσος
  1. ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
  2. ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;
  3. οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
  4. ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
Ξανθίας
  1. τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ
  2. ἅδωκας αὐτός;
Διόνυσος
  1. οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
  2. κατάθου τὸ δέρμα.
Ξανθίας
  1. ταῦτʼ ἐγὼ μαρτύρομαι
  2. καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
Διόνυσος
  1. ποίοις θεοῖς;
  2. τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
  3. ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
Ξανθίας
  1. ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε
  2. ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
Χορός
  1. ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
  2. νοῦν ἔχοντος καὶ φρένας καὶ
  3. πολλὰ περιπεπλευκότος,
  4. μετακυλίνδειν αὑτὸν ἀεὶ
  5. πρὸς τὸν εὖ πράττοντα τοῖχον
  6. μᾶλλον ἢ γεγραμμένην
  7. εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
  8. σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
  9. πρὸς τὸ μαλθακώτερον
  10. δεξιοῦ πρὸς ἀνδρός ἐστι
  11. καὶ φύσει Θηραμένους.
Διόνυσος
  1. οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
  2. Ξανθίας μὲν δοῦλος ὢν ἐν
  3. στρώμασιν Μιλησίοις
  4. ἀνατετραμμένος κυνῶν ὀρ-
  5. χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ
  6. δὲ πρὸς τοῦτον βλέπων
  7. τοὐρεβίνθου ʼδραττόμην, οὗ-
  8. τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
  9. εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
  10. πὺξ πατάξας μοὐξέκοψε
  11. τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκευτρία
  1. Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
  2. ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
  3. ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
Πλαθάνη
  1. νὴ Δία
  2. ἐκεῖνος αὐτὸς δῆτα.
Ξανθίας
  1. κακὸν ἥκει τινί.
Πανδοκευτρία
  1. καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
  2. ἀνʼ ἡμιωβολιαῖα.
Ξανθίας
  1. δώσει τις δίκην.
Πανδοκευτρία
  1. καὶ τὰ σκόροδα τὰ πολλά.