Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
  2. διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
  3. Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
  4. αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
  5. διασπάσονται Γοργόνες Τειθράσιαι,
  6. ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθίας
  1. οὗτος τί δέδρακας;
Διόνυσος
  1. ἐγκέχοδα· κάλει θεόν.
Ξανθίας
  1. ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ
  2. πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;
Διόνυσος
  1. ἀλλʼ ὡρακιῶ.
  2. ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθίας
  1. ἰδοὺ λαβέ, προσθοῦ.
Διόνυσος
  1. ποῦ ʼστιν;
Ξανθίας
  1. ὦ χρυσοῖ θεοὶ
  2. ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
Διόνυσος
  1. δείσασα γὰρ
  2. ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
Ξανθίας
  1. ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
Διόνυσος
  1. ἐγώ;
  2. πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
  3. οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.
Ξανθίας
  1. ἀλλὰ τί;
Διόνυσος
  1. κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
  2. ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.
Ξανθίας
  1. ἀνδρεῖά γʼ ὦ Πόσειδον.
Διόνυσος
  1. οἶμαι νὴ Δία.
  2. σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
  3. καὶ τὰς ἀπειλάς;
Ξανθίας
  1. οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.
Διόνυσος
  1. ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
  2. σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
  3. καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
  4. ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
Ξανθίας
  1. φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·
  2. καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
  3. εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.
Διόνυσος
  1. μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
  2. φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.