Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
- χωρεῖτε
- νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
- παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
- ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
- οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
- χωρῶμεν ἐς πολυρρόδους
- λειμῶνας ἀνθεμώδεις,
- τὸν ἡμέτερον τρόπον
- τὸν καλλιχορώτατον
- παίζοντες, ὃν ὄλβιαι
- Μοῖραι ξυνάγουσιν.
- μόνοις γὰρ ἡμῖν ἥλιος
- καὶ φέγγος ἱλαρόν ἐστιν,
- ὅσοι μεμυήμεθʼ εὐ-
- σεβῆ τε διήγομεν
- τρόπον περὶ τοὺς ξένους
- καὶ τοὺς ἰδιώτας.
- ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
- πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
- οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
- καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.
- παῖ παῖ.
- τίς οὗτος;
- Ἡρακλῆς ὁ καρτερός.
- ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
- καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
- ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
- ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
- ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
- τοία Στυγός σε μελανοκάρδιος πέτρα
- Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
- φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
- ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
- διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
- Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
- αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
- διασπάσονται Γοργόνες Τειθράσιαι,
- ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
- οὗτος τί δέδρακας;
- ἐγκέχοδα· κάλει θεόν.
- ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ
- πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;
- ἀλλʼ ὡρακιῶ.
- ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
- ἰδοὺ λαβέ, προσθοῦ.
- ποῦ ʼστιν;
- ὦ χρυσοῖ θεοὶ
- ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
- δείσασα γὰρ
- ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.