Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ Καλλίαν γέ φασι
- τοῦτον τὸν Ἱπποβίνου
- κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
- ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
- Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
- ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
- μηδὲν μακρὰν ἀπέλθῃς,
- μηδʼ αὖθις ἐπανέρῃ με,
- ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.
- αἴροιʼ ἂν αὖθις ὦ παῖ.
- τουτὶ τί ἦν τὸ πρᾶγμα;
- ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
- χωρεῖτε
- νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
- παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
- ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
- οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
- χωρῶμεν ἐς πολυρρόδους
- λειμῶνας ἀνθεμώδεις,
- τὸν ἡμέτερον τρόπον
- τὸν καλλιχορώτατον
- παίζοντες, ὃν ὄλβιαι
- Μοῖραι ξυνάγουσιν.
- μόνοις γὰρ ἡμῖν ἥλιος
- καὶ φέγγος ἱλαρόν ἐστιν,
- ὅσοι μεμυήμεθʼ εὐ-
- σεβῆ τε διήγομεν
- τρόπον περὶ τοὺς ξένους
- καὶ τοὺς ἰδιώτας.
- ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
- πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
- οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
- καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.
- παῖ παῖ.
- τίς οὗτος;