Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σκώψωμεν Ἀρχέδημον;
  2. ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
Χορός
  1. νυνὶ δὲ δημαγωγεῖ
  2. ἐν τοῖς ἄνω νεκροῖσι,
  3. κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
Χορός
  1. τὸν Κλεισθένους δʼ ἀκούω
  2. ἐν ταῖς ταφαῖσι πρωκτὸν
  3. τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
Χορός
  1. κἀκόπτετʼ ἐγκεκυφώς,
  2. κἄκλαε κἀκεκράγει
  3. Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
Χορός
  1. καὶ Καλλίαν γέ φασι
  2. τοῦτον τὸν Ἱπποβίνου
  3. κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος
  1. ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
  2. Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
  3. ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός
  1. μηδὲν μακρὰν ἀπέλθῃς,
  2. μηδʼ αὖθις ἐπανέρῃ με,
  3. ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.