Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νὴ Δία μὴ μαίνοιό γε.
Ἡρακλῆς
  1. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
  2. καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
Διόνυσος
  1. ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
Ἡρακλῆς
  1. ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
  2. ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
  3. τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
  4. ποῖ γῆς ἀπεδήμεις;
Διόνυσος
  1. ἐπεβάτευον Κλεισθένει—
Ἡρακλῆς
  1. κἀναυμάχησας;
Διόνυσος
  1. καὶ κατεδύσαμέν γε ναῦς
  2. τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.
Ἡρακλῆς
  1. σφώ;
Διόνυσος
  1. νὴ τὸν Ἀπόλλω.
Ξανθίας
  1. κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.
Διόνυσος
  1. καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
  2. τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος