Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- συμπαιστρίας
- χιτωνίου παραρραγέν-
- τος τιτθίον προκύψαν.
- Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
- ἐγὼ δʼ ἀεί πως φιλακόλου-
- θός εἰμι καὶ μετʼ αὐτῆς
- παίζων χορεύειν βούλομαι.
- κἄγωγε πρός.
- βούλεσθε δῆτα κοινῇ
- σκώψωμεν Ἀρχέδημον;
- ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
- νυνὶ δὲ δημαγωγεῖ
- ἐν τοῖς ἄνω νεκροῖσι,
- κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
- τὸν Κλεισθένους δʼ ἀκούω
- ἐν ταῖς ταφαῖσι πρωκτὸν
- τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
- κἀκόπτετʼ ἐγκεκυφώς,
- κἄκλαε κἀκεκράγει
- Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
- καὶ Καλλίαν γέ φασι
- τοῦτον τὸν Ἱπποβίνου
- κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
- ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
- Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;