Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ
- ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν
- καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
- χώρει νυν πᾶς ἀνδρείως
- ἐς τοὺς εὐανθεῖς κόλπους
- λειμώνων ἐγκρούων
- κἀπισκώπτων
- καὶ παίζων καὶ χλευάζων,
- ἠρίστηται δʼ ἐξαρκούντως.
- ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
- τὴν Σώτειραν γενναίως
- τῇ φωνῇ μολπάζων,
- ἣ τὴν χώραν
- σῴζειν φήσʼ ἐς τὰς ὥρας,
- κἂν Θωρυκίων μὴ βούληται.
- ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
- Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
- Δήμητερ ἁγνῶν ὀργίων
- ἄνασσα συμπαραστάτει,
- καὶ σῷζε τὸν σαυτῆς χορόν,
- καί μʼ ἀσφαλῶς πανήμερον
- παῖσαί τε καὶ χορεῦσαι·
- καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
- πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
- τῆς σῆς ἑορτῆς ἀξίως
- παίσαντα καὶ σκώψαντα νι-
- κήσαντα ταινιοῦσθαι.
- ἄγʼ εἶα
- νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο