Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ νʼ καιρῷ τοῦτο ποιοῦσιν,
- ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
- ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
- ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
- ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
- ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
- ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
- ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
- ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
- ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,
- κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
- τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ
- ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν
- καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
- χώρει νυν πᾶς ἀνδρείως
- ἐς τοὺς εὐανθεῖς κόλπους
- λειμώνων ἐγκρούων
- κἀπισκώπτων
- καὶ παίζων καὶ χλευάζων,
- ἠρίστηται δʼ ἐξαρκούντως.
- ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
- τὴν Σώτειραν γενναίως
- τῇ φωνῇ μολπάζων,
- ἣ τὴν χώραν
- σῴζειν φήσʼ ἐς τὰς ὥρας,
- κἂν Θωρυκίων μὴ βούληται.
- ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
- Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
- Δήμητερ ἁγνῶν ὀργίων
- ἄνασσα συμπαραστάτει,
- καὶ σῷζε τὸν σαυτῆς χορόν,