Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Ἴακχʼ ὦ Ἴακχε,
  2. νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
  3. φλογὶ φέγγεται δὲ λειμών·
  4. γόνυ πάλλεται γερόντων·
  5. ἀποσείονται δὲ λύπας
  6. χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
  7. ἱερᾶς ὑπὸ τιμᾶς.
  8. σὺ δὲ λαμπάδι † φλέγων†
  9. προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
  10. χοροποιὸν μάκαρ ἥβαν.
Χορός
  1. εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
  2. ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
  3. ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,
  4. μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,
  5. ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ νʼ καιρῷ τοῦτο ποιοῦσιν,
  6. ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
  7. ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
  8. ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
  9. ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
  10. ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
  11. ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
  12. ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
  13. ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
  14. ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,