Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁσίους ἐς θιασώτας,
  2. πολύκαρπον μὲν τινάσσων
  3. περὶ κρατὶ σῷ βρύοντα
  4. στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
  5. ποδὶ τὰν ἀκόλαστον
  6. φιλοπαίγμονα τιμάν,
  7. χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
  8. ὁσίοις μύσταις χορείαν.
Ξανθίας
  1. ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
  2. ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διόνυσος
  1. οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός
  1. †ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,
  2. Ἴακχʼ ὦ Ἴακχε,
  3. νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
  4. φλογὶ φέγγεται δὲ λειμών·
  5. γόνυ πάλλεται γερόντων·
  6. ἀποσείονται δὲ λύπας
  7. χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς