Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Ἴακχʼ ὦ Ἴακχε.
  2. Ἴακχʼ ὦ Ἴακχε.
Ξανθίας
  1. τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
  2. ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
  3. ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
Διόνυσος
  1. κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
  2. βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός
  1. Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
  2. Ἴακχʼ ὦ Ἴακχε,
  3. ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
  4. ὁσίους ἐς θιασώτας,
  5. πολύκαρπον μὲν τινάσσων
  6. περὶ κρατὶ σῷ βρύοντα
  7. στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
  8. ποδὶ τὰν ἀκόλαστον
  9. φιλοπαίγμονα τιμάν,
  10. χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
  11. ὁσίοις μύσταις χορείαν.
Ξανθίας
  1. ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
  2. ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.