Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
- Ἴακχʼ ὦ Ἴακχε.
- Ἴακχʼ ὦ Ἴακχε.
- τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
- ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
- ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
- κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
- βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
- Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
- Ἴακχʼ ὦ Ἴακχε,
- ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
- ὁσίους ἐς θιασώτας,
- πολύκαρπον μὲν τινάσσων
- περὶ κρατὶ σῷ βρύοντα
- στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
- ποδὶ τὰν ἀκόλαστον
- φιλοπαίγμονα τιμάν,
- χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
- ὁσίοις μύσταις χορείαν.
- ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
- ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.