Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔγωγε, καὶ δᾴδων γέ με
  2. αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Διόνυσος
  1. ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
Χορός
  1. Ἴακχʼ ὦ Ἴακχε.
  2. Ἴακχʼ ὦ Ἴακχε.
Ξανθίας
  1. τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
  2. ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
  3. ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
Διόνυσος
  1. κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
  2. βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός
  1. Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
  2. Ἴακχʼ ὦ Ἴακχε,
  3. ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
  4. ὁσίους ἐς θιασώτας,
  5. πολύκαρπον μὲν τινάσσων
  6. περὶ κρατὶ σῷ βρύοντα
  7. στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
  8. ποδὶ τὰν ἀκόλαστον
  9. φιλοπαίγμονα τιμάν,
  10. χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
  11. ὁσίοις μύσταις χορείαν.
Ξανθίας
  1. ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
  2. ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διόνυσος
  1. οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός
  1. †ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,
  2. Ἴακχʼ ὦ Ἴακχε,
  3. νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.