Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῦτό γʼ ἧττον θατέρου.
  2. ἴθʼ ᾗπερ ἔρχει.
Ξανθίας
  1. δεῦρο δεῦρʼ ὦ δέσποτα.
Διόνυσος
  1. τί δʼ ἔστι;
Ξανθίας
  1. θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,
  2. ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
  3. ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.
  4. ἥμπουσα φρούδη.
Διόνυσος
  1. κατόμοσον.
Ξανθίας
  1. νὴ τὸν Δία.
Διόνυσος
  1. καὖθις κατόμοσον.
Ξανθίας
  1. νὴ Δίʼ.
Διόνυσος
  1. ὄμοσον.
Ξανθίας
  1. νὴ Δία.
Διόνυσος
  1. οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.
Ξανθίας
  1. ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
Διόνυσος
  1. οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
  2. τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;
Ξανθίας
  1. αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
αὐλεῖ τις ἔνδοθεν̓
Διόνυσος
  1. οὗτος.
Ξανθίας
  1. τί ἔστιν;
Διόνυσος
  1. οὐ κατήκουσας;
Ξανθίας
  1. τίνος;
Διόνυσος
  1. αὐλῶν πνοῆς.
Ξανθίας
  1. ἔγωγε, καὶ δᾴδων γέ με
  2. αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Διόνυσος
  1. ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
Χορός
  1. Ἴακχʼ ὦ Ἴακχε.
  2. Ἴακχʼ ὦ Ἴακχε.
Ξανθίας
  1. τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
  2. ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
  3. ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
Διόνυσος
  1. κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
  2. βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός
  1. Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
  2. Ἴακχʼ ὦ Ἴακχε,
  3. ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
  4. ὁσίους ἐς θιασώτας,
  5. πολύκαρπον μὲν τινάσσων
  6. περὶ κρατὶ σῷ βρύοντα
  7. στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
  8. ποδὶ τὰν ἀκόλαστον
  9. φιλοπαίγμονα τιμάν,